Add parallel Print Page Options

Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, [a]ταπεινόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ [b]εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. 10 ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν [c]γλῶσσαν ἀπὸ κακοῦ καὶ [d]χείλη τοῦ μὴ λαλῆσαι δόλον, 11 ἐκκλινάτω [e]δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· 12 ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.

13 Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ [f]ζηλωταὶ γένησθε; 14 ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15 κύριον δὲ τὸν [g]Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, [h]ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, 16 [i]ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ [j]καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. 17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. 18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν [k]ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα [l]ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι· 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν [m]ὀλίγοι, τοῦτ’ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι’ ὕδατος. 21 [n]καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22 ὅς ἐστιν ἐν [o]δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 3:8 ταπεινόφρονες WH Treg NIV] φιλόφρονες RP
  2. ΠΕΤΡΟΥ Α΄ 3:9 εὐλογοῦντες WH Treg NIV] + εἰδότες RP
  3. ΠΕΤΡΟΥ Α΄ 3:10 γλῶσσαν WH Treg NIV] + αὐτοῦ RP
  4. ΠΕΤΡΟΥ Α΄ 3:10 χείλη WH Treg NIV] + αὐτοῦ RP
  5. ΠΕΤΡΟΥ Α΄ 3:11 δὲ WH Treg NIV] – RP
  6. ΠΕΤΡΟΥ Α΄ 3:13 ζηλωταὶ WH Treg NIV] μιμηταὶ RP
  7. ΠΕΤΡΟΥ Α΄ 3:15 Χριστὸν WH Treg NIV] θεὸν RP
  8. ΠΕΤΡΟΥ Α΄ 3:15 ἕτοιμοι WH Treg NIV] + δὲ RP
  9. ΠΕΤΡΟΥ Α΄ 3:16 ἀλλὰ WH Treg NIV] – RP
  10. ΠΕΤΡΟΥ Α΄ 3:16 καταλαλεῖσθε WH NIV] καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν Treg RP
  11. ΠΕΤΡΟΥ Α΄ 3:18 ἔπαθεν RP NA] ἀπέθανεν WH Treg NIV
  12. ΠΕΤΡΟΥ Α΄ 3:18 ὑμᾶς WH NIV RP] ἡμᾶς Treg
  13. ΠΕΤΡΟΥ Α΄ 3:20 ὀλίγοι WH Treg NIV] ὀλίγαι RP
  14. ΠΕΤΡΟΥ Α΄ 3:21 καὶ ὑμᾶς ἀντίτυπον νῦν WH Treg NIV] ἀντίτυπον νῦν καὶ ἡμᾶς RP
  15. ΠΕΤΡΟΥ Α΄ 3:22 δεξιᾷ WH Treg] + τοῦ NIV RP